previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
ἂμ πέλαγος νοτίοιο, πόρους τ᾽ ἀπετεκμήραντο
λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
1540δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.
ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο:
ῥοίζῳ δ᾽ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
1545λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται:
ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ᾽ Ὀρφεὺς
κέκλετ᾽ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
1550καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες:
τοῖσιν δ᾽ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
τρίτων εὐρυβίης, γαίης δ᾽ ἀνὰ βῶλον ἀείρας
ξείνι᾽ ἀριστήεσσι προΐσχετο, φώνησέν τε:
Δέχθε, φίλοι: ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
1555ἐνθάδε νῦν πάρ᾽ ἐμοὶ ξεινήιον ἀντομένοισιν.
εἰ δέ τι τῆσδε πόρους μαίεσθ᾽ ἁλός, οἷά τε πολλὰ
ἄνθρωποι χατέουσιν ἐπ᾽ ἀλλοδαπῇ περόωντες,
ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
θῆκε Ποσειδάων τοῦδ᾽ ἔμμεναι. αὐτὰρ ἀνάσσω
1560παρραλίης, εἰ δή τιν᾽ ἀκούετε νόσφιν ἐόντες
Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.’
ὧς ηὔδα: πρόφρων δ᾽ ὑπερέσχεθε βώλακι χεῖρας
Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν:
Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
1565ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.
δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις
χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
χεῦμα δι᾽ ἠπείρου βεβαρημένοι: οὐδέ τι ἴδμεν,
1570πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.’
ὧς ἄρ᾽ ἔφη: δὲ χεῖρα τανύσσατο, δεῖξε δ᾽ ἄπωθεν
φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης:
κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
βένθος ἀκίνητον μελανεῖ: ἑκάτερθε δὲ λευκαὶ
1575ῥηγμῖνες φρίσσουσι διαυγέες: δὲ μεσηγὺ
ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
κεῖνο δ᾽ ὑπηέριον θείην Πελοπηίδα γαῖαν
εἰσανέχει πέλαγος Κρήτης ὕπερ: ἀλλ᾽ ἐπὶ χειρὸς
δεξιτερῆς, λίμνηθεν ὅτ᾽ εἰς ἁλὸς οἶδμα βάλητε,
1580τόφρ᾽ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε,
ἔστ᾽ ἂν ἄνω τείνῃσι: περιρρήδην δ᾽ ἑτέρωσε
κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων
ἀγκῶνος τέτατ᾽ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
ἀλλ᾽ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
1585γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.’
Ἴσκεν ἐυφρονέων: οἱ δ᾽ αἶψ᾽ ἐπὶ νηὸς ἔβησαν
λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
καὶ δὴ ἐπιπρονέοντο μεμαότες: αὐτὰρ τείως
τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
1590εἰσβαίνειν: μετὰ δ᾽ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος
αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ᾽ ἰάνθη
θυμός, δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
καί ῥά οἱ Αἰσονίδην μήλων τι φέρτατον ἄλλων
ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
1595αἶψα δ᾽ ὅγ᾽ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας
σφάξε κατὰ πρύμνης, ἐπὶ δ᾽ ἔννεπεν εὐχωλῇσιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: